Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.84.4 | Hdt. 1.85.3 (English) | >>Hdt. 1.86.4 |
1.85.1
κατʼ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο . ἦν οἱ παῖς , τοῦ καὶ πρότερον ἐπεμνήσθην , τὰ μὲν ἄλλα ἐπιεικής , ἄφωνος δέ . ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε , ἄλλα τε ἐπιφραζόμενος , καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους .
1.85.2 ἡ δὲ Πυθίη οἱ εἶπε τάδε . ἁλισκομένου δὴ τοῦ τείχεος , ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων , Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε , οὐδὲ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν ·
1.85.4 ὁ δὲ παῖς οὗτος ὁ ἄφωνος ὡς εἶδε ἐπιόντα τὸν Πέρσην , ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν , εἶπε δέ · “ὤνθρωπε , μὴ κτεῖνε Κροῖσον .” οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο , μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης .
1.85.3Λυδὲ γένος ,πολλῶν βασιλεῦ ,μέγα νήπιε Κροῖσε ,
μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν
παιδὸς φθεγγομένου .τὸ δέ σοι πολὺ λώιον ἀμφὶς
ἔμμεναι ·αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ .
ch. 86
1.86.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.84.4 | Hdt. 1.85.3 (English) | >>Hdt. 1.86.4 |